AKROPOLIS WORLD NEWS

Please, visit AKWN, the site of world news in Ancient Greek. Now, in FAETONTE’S blog, you may also download and hear these news wherever and as many times as you like, in order to keep your knowledge of Greek language alive.

AKROPOLIS WORLD NEWS

Δυοῖν στρατηγοῖν καταγιγνώσκουσιν ἐν τῇ Τουρκίᾳ 
18 Ἰουνίου 2014

Τῷ 1980ῷ ἔτει τὴν ἀρχὴν βίᾳ κατέλαβον

Τῇ δωδεκάτῃ τοῦ Σεπτεμβρίου μηνὸς τοῦ 1980οῦ ἔτους τὸ τῆς Τουρκίας στράτευμα τὴν ἀρχὴν βίᾳ κατέλαβεν, οἱ δὲ στρατηγοὶ δικτατωρείαν καταθέντες τρία ἔτη τῆς χώρας ἦρχον. νῦν δὲ ἤδη τοσαῦτα ἔτη ἐξῆλθεν ὥστε ἐκείνων τῶν στρατηγῶν μόνοι δύο περίεισιν, ὁ Κενὰν Ἐβρέν, ἐνενήκοντα καὶ πέντε ἔτη γεγονώς, καὶ ὁ Τασὶν Σαχινκαίας, ἐνενήκοντα ἔτη γεγονώς.

τῷ 1980ῷ ἔτει, μετὰ τρία ἔτη πολιτικῶν ἐν ταῖς ἀγυιαῖς ἁμιλλῶν πλήρη (πεντακισχίλιοι ἄνθρωποι ἀπέθανον) καὶ ἐν αὐτῇ τῇ Βουλῇ, τοῖς στρατηγοῖς ἔδοξε τὴν ἀρχὴν βίᾳ καταλαβεῖν. οὐ μὲν τὸ πρῶτον ἐν τῇ Τουρκίᾳ τοῦτο ἐγένετο, ἄλλοι γὰρ στρατηγοὶ τὸ αὐτὸ ἤδη τὸ πρότερον ἐπεποιήκεσαν, ἀλλὰ οὐδὲν ἄλλο ἐποίησαν ἢ νόμους τινὰς μεταβαλεῖν· ὅμως δὲ τῷ 1980ῷ ἔτει οὗτοι οἱ στρατηγοὶ πολλῷ χαλεπώτερον τοὺς πολίτας τοὺς ἀνθισταμένους κατέσχον· παραδείγματος ἕνεκα, τριακόσιοι μὲν καὶ πεντήκοντα πολῖται ἐν τῷ δεσμωτηρίῳ ἀπέθανον, μυρίους δὲ ἄλλους φοβουμένους μὴ τὸ αὐτὸ πάθοιεν ἐδέησεν ἐκ τῆς χώρας ἐκφυγεῖν.
οἱ νῦν φεύγοντες στρατηγοὶ ἐν τῷ δικαστηρίῳ οὐ παρῆσαν, γεραίτατοι γάρ ὄντες τηλεδιασκέψει χρώμενοι τῆς δίκης μετέσχον· καίπερ καταγνωσθέντες, εἰς τὸ δεσμωτήριον οὐκ εἰσβήσονται οὕτω τηλικοῦτοι ὄντες, ὅμως δὲ ἐκ τοῦ στρατεύματος ἐκβληθήσονται.


μετάφρασις (ver traducción)

translation-contest


Anuncios

Responder

Introduce tus datos o haz clic en un icono para iniciar sesión:

Logo de WordPress.com

Estás comentando usando tu cuenta de WordPress.com. Cerrar sesión / Cambiar )

Imagen de Twitter

Estás comentando usando tu cuenta de Twitter. Cerrar sesión / Cambiar )

Foto de Facebook

Estás comentando usando tu cuenta de Facebook. Cerrar sesión / Cambiar )

Google+ photo

Estás comentando usando tu cuenta de Google+. Cerrar sesión / Cambiar )

Conectando a %s