Διαδηλωσις εν τωι Παρισι… υπερ των ιχθυων


akropolis world news
Noticias de AKROPOLIS WORLD NEWS


Διαδήλωσις ἐν τῷ Παρίσι… ὑπὲρ τῶν ἰχθύων

Χθὲς τῷ Σαββάτῳ, τῇ “Εὐρωπαίῃ τῆς Θαλάττης Ἡμέρᾳ“, διαδήλωσις ἐγένετο ἐν τῇ τῆς Γαλλίας πρωτευούσῃ, οὐ μὴν ὑπὲρ τῶν παίδων οἳ ἐν τοῖς πολέμοις ἀποθνῄσκουσιν ἢ ὑπὲρ τῆς δημοκρατίας… ἀλλὰ ὑπὲρ τῶν ἰχθύων.

οἱ διαδηλοῦντες, τοὺς ἰχθῦς μιμεῖσθαι βουλόμενοι, τὸ σῶμα θαλαττίῳ χρώματι ἐπιχρισάμενοι καὶ δίκτυα περιβαλόμενοι, χαμαὶ ἔκειντο (οὕτως ὡς δυνάμεθα ἐν τῇ φωτογραφίᾳ ἰδεῖν), ἐβούλοντο γὰρ ἐπιδεῖξαι ὅτι οὐ μόνον τὰ ζῷα θηρευόμενα ἀλλὰ καὶ οἱ ἰχθύες ἁλιευόμενοι μάλιστα πάσχουσιν. κατὰ τὴν Ἀλεξάνδρα Βλᾶγκ, ἡ τῆς ἑταιρείας Vegan Impact πρόεδρος, πάντες οἱ ὑπὲρ τῶν τῶν ζῴων δικαίων μαχόμενοι ἀεὶ τῶν ἰχθύων ἐπιλανθάνονται, εἶπε δὲ καὶ ὅτι οἱ μὲν χορτοφάγοι, κρέας ἐσθίειν οὐ βουλόμενοι, “εἰς τοὺς ἰχθῦς φεύγοιεν“, τοῦτο δὲ τὸ αὐτὸ εἴη.

τῆς διαδηλώσεως τελευτησάσης, ἡ Α. Β. ἄγγελμα τοῖς τε παροῦσι καὶ τοῖς δημοσιογράφοις ἀνέγνω καθ’ ὃ οἱ μὲν Γάλλοι ἄγαν ἰχθύος ἐσθίουσιν, ἕκαστος ἄθρωπος τριάκοντα πέντε χιλιόγραμμα κατ’ ἐνιαυτόν (τοῦτο δὲ τὸ αὐτό ἐστι καὶ ἑκατὸν γραμμάρια καθ’ ἡμέραν), πολλοὶ δὲ ἔμπειροι ἤδη εἶπον ὅτι τῷ μὲν 2050ῷ (δισχιλιοστῷ πεντηκοστῷ) ἔτει οἱ ὠκεανοὶ ἴσως κενοὶ ἰχθύων κείσοιντο, δέοι δὲ τούτῳ τέλος ἐπιθεῖναι, οἱ γὰρ ὠκεανοὶ οὐχ οἷοί τ’ εἴεν τοῖς ἀνθρώποις τοσαῦτα ὅσων δεόμεθα παρέχειν.


μετάφρασις (ver traducción)

translation-contest


Anuncios

Responder

Introduce tus datos o haz clic en un icono para iniciar sesión:

Logo de WordPress.com

Estás comentando usando tu cuenta de WordPress.com. Cerrar sesión / Cambiar )

Imagen de Twitter

Estás comentando usando tu cuenta de Twitter. Cerrar sesión / Cambiar )

Foto de Facebook

Estás comentando usando tu cuenta de Facebook. Cerrar sesión / Cambiar )

Google+ photo

Estás comentando usando tu cuenta de Google+. Cerrar sesión / Cambiar )

Conectando a %s